Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.383 Joseph. AJ 8.387 (English) >>Joseph. AJ 8.391

8.385τούτων φιλανθρώπους καὶ ἐλεήμονας εἶναι φησάντων τοὺς τῶν Ἰσραηλιτῶν βασιλέας καὶ δυνήσεσθαι τῷ συνήθει τρόπῳ τῆς ἱκετείας χρησαμένους τὴν σωτηρίαν αὐτῷ παρʼ Ἀχάβου λαβεῖν, εἰ συγχωρήσειεν αὐτοῖς πρὸς αὐτὸν ἀπελθεῖν, ἀφῆκεν· οἱ δὲ σάκκους ἐνδυσάμενοι καὶ σχοινία ταῖς κεφαλαῖς περιθέμενοι, οὕτως γὰρ τὸ παλαιὸν ἱκέτευον οἱ Σύροι, πρὸς Ἄχαβον παρεγένοντο καὶ δεῖσθαι τὸν Ἄδαδον σώζειν αὐτὸν ἔλεγον εἰς ἀεὶ δοῦλον αὐτοῦ τῆς χάριτος γενησόμενον. 8.386 δὲ συνήδεσθαι φήσας αὐτῷ περιόντι καὶ μηδὲν ἐν τῇ μάχῃ πεπονθότι τιμὴν καὶ εὔνοιαν, ἣν ἄν τις ἀδελφῷ παράσχοι, κατεπηγγείλατο. λαβόντες δὲ ὅρκους παρʼ αὐτοῦ μηδὲν ἀδικήσειν φανέντα προάγουσι πορευθέντες ἐκ τοῦ οἴκου ἐν κέκρυπτο καὶ προσάγουσι τῷ Ἀχάβῳ ἐφʼ ἅρματος καθεζομένῳ· δὲ προσεκύνησεν αὐτόν. 8.387Ἄχαβος δʼ ἐπιδοὺς αὐτῷ τὴν δεξιὰν ἀναβιβάζει ἐπὶ τὸ ἅρμα καὶ καταφιλήσας θαρρεῖν ἐκέλευε καὶ μηδὲν τῶν ἀτόπων προσδοκᾶν, Ἄδαδος δʼ εὐχαρίστει καὶ παρʼ ὅλον τὸν τοῦ ζῆν χρόνον ἀπομνημονεύσειν τῆς εὐεργεσίας ὡμολόγει καὶ τὰς πόλεις τῶν Ἰσραηλιτῶν, ἃς ἀπήνεγκαν οἱ πρὸ αὐτοῦ βασιλεῖς, ἀποδώσειν ἐπηγγείλατο καὶ Δαμασκὸν ὥστε ἐξελαύνειν εἰς αὐτήν, καθὼς καὶ οἱ πατέρες αὐτοῦ εἰς Σαμάρειαν εἶχον τοῦτο ποιεῖν, ἀνήσειν. 8.388γενομένων δʼ αὐτοῖς ὅρκων καὶ συνθηκῶν πολλὰ δωρησάμενος αὐτῷ Ἄχαβος ἀπέπεμψεν εἰς τὴν ἰδίαν βασιλείαν. καὶ τὰ μὲν περὶ τῆς Ἀδάδου τοῦ Σύρων βασιλέως στρατείας ἐπὶ Ἄχαβον καὶ τοὺς Ἰσραηλίτας τοιοῦτον ἔσχε τὸ τέλος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.383 Joseph. AJ 8.387 (English) >>Joseph. AJ 8.391

Powered by PhiloLogic